Παρασκευή, 3 Μαΐου 2013

Προσκυνώ το πάθος, ανυμνώ την ταφήν.


Η ζωή εν τάφω
κατετέθης, Χριστέ,
και αγγέλων στρατιαί 
εξεπλήττοντο,συγκατάβασιν δοξάζουσαι την σήν.


Υπό γην βουλήσει

κατελθών ως θνητός
επανάγεις απο γης 
πρός ουράνια
τους εκείθεν 
πεπτωκότας Ιησού





H Zωή Θανάτου

γευσαμένη Χριστός
εκ θανάτου τους βροτούς 
ηλευθέρωσε και τοις πάσι
νυν δωρείται την ζωήν



Ει φιλόπτωχος ει

και το μύρον λυπεί
κενουμένου εις ψυχήν ιλαστήριον πως χρυσώ 
απεμπολείς τον φωταυγή;



Ύμνοις σου, Χριστέ,

νυν την σταύρωσιν 
και την ταφήν τε
άπαντες πιστοί 
εκθειάζομεν,
οι θανάτου 
λυτρωθέντες ση ταφή.




Άξιον εστί

μεγαλύνειν σε 
τον πάντων κτίστην·
τοις σοις γαρ παθήμασιν,
 έχομεν την απάθειαν, 
ρυσθέντες της φθοράς