Πέμπτη, 14 Αυγούστου 2014

Απόστολοι εκ περάτων..

..συναθροισθέντες ενθάδε, 
Γεθσημανή τω χωρίω, 
κηδεύσατε μου το σώμα, και συ, 
Υιέ και Θεέ μου, 
παράλαβέ μου το πνεύμα.


Ο γλυκασμός των Αγγέλων, 
των θλιβομένων η χαρά, 
χριστιανών η προστάτις, 
Παρθένε Μήτηρ Κυρίου, 
αντιλαβού μου και ρύσαι, 
των αιωνίων βασάνων.







Και σε μεσίτριαν έχω, 
προς τον φιλάνθρωπον Θεόν, 
μη μου ελέγξη τας πράξεις, 
ενώπιον των Αγγέλων, 
παρακαλώ σε, Παρθένε, 
βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε, 
και δωδεκάτειχε πόλις, 
ηλιοστάλακτε θρόνε, 
καθέδρα του Βασιλέως, 
ακατανόητον θαύμα, 
πως γαλουχείς τον Δεσπότην.